Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.173 Joseph. AJ 3.178 (English) >>Joseph. AJ 3.183

3.175σφαιρίδος εἰς δύο τετμημένης περὶ τῷ πυθμένι τὴν ἑτέραν τομὴν ἔχει φυόμενος ἀπὸ ῥίζης περιφερής· εἶτα συνιὼν κατʼ ὀλίγον ὑποκοιλαινούσης εὐπρεπῶς τῆς ὑποχωρήσεως ἀνευρύνεται πάλιν ἠρέμα κατὰ χεῖλος, ὁμοίως ὀμφαλῷ ῥοιᾶς τετμημένος. 3.176ἐπίθεμα δʼ αὐτῷ ἡμισφαίριον προσπέφυκεν ἀκριβῶς ἂν εἴποι τις τετορνευμένον, ὑπερανεστώσας ἔχον τὰς ἐντομάς, ἃς εἶπον τῇ ῥοᾷ παραπλησίως βλαστάνειν, ἀκανθώδεις καὶ εἰς ὀξὺ παντελῶς ἀποληγούσας τὸ ἄκρον. 3.177φυλάττει δʼ ἐπὶ τῷ ἐπιθέματι τὸν καρπὸν διὰ παντὸς τοῦ κάλυκος ὄντα βοτάνης σπέρματι τῆς σιδηρίτιδος ὅμοιον, ἀφίησι δʼ ἄνθος τῷ τῆς μήκωνος πλαταγωνίῳ δυνάμενον δοκεῖν ἐμφερὲς εἶναι. 3.178ἐκ τούτου μὲν στέφανος ἐκκεχάλκευται ὅσον ἀπὸ τοῦ ἰνίου πρὸς ἑκάτερον τῶν κροτάφων. τὸ δὲ μέτωπον μὲν ἐφιελὶς οὐκ ἔπεισι, λεγέσθω γὰρ οὕτως κάλυξ, τελαμὼν δʼ ἐστὶ χρύσεος, ὃς ἱεροῖς γράμμασι τοῦ θεοῦ τὴν προσηγορίαν ἐπιτετμημένος ἐστί. καὶ τοιοῦτος μὲν τοῦ ἀρχιερέως κόσμος ἐστί. 3.179

Θαυμάσειε δʼ ἄν τις τῶν ἀνθρώπων τὴν πρὸς ἡμᾶς ἀπέχθειαν, ἣν ὡς ἐκφαυλιζόντων ἡμῶν τὸ θεῖον ὅπερ αὐτοὶ σέβειν προῄρηνται διατετελέκασιν ἐσχηκότες· 3.180εἰ γάρ τις τῆς σκηνῆς κατανοήσειε τὴν πῆξιν καὶ τοῦ ἱερέως ἴδοι τὴν στολὴν τά τε σκεύη, οἷς περὶ τὴν ἱερουργίαν χρώμεθα, τόν τε νομοθέτην εὑρήσει θεῖον ἄνδρα καὶ ματαίως ἡμᾶς ὑπὸ τῶν ἄλλων τὰς βλασφημίας ἀκούοντας· ἕκαστα γὰρ τούτων εἰς ἀπομίμησιν καὶ διατύπωσιν τῶν ὅλων, εἴ τις ἀφθόνως ἐθέλοι καὶ μετὰ συνέσεως σκοπεῖν, εὑρήσει γεγονότα·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.173 Joseph. AJ 3.178 (English) >>Joseph. AJ 3.183

Powered by PhiloLogic